Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.287 Joseph. AJ 5.292 (English) >>Joseph. AJ 5.297

5.290 Σαμψὼν εἶπεν, “ἀλλὰ προβάλλοντος ἐμοῦ λόγον εἰ λύσετε τοῦτον ἐφʼ ἡμέρας ἑπτὰ ποιούμενοι τὴν ζήτησιν, ὀθόνας τε καὶ στολὰς γέρας τῆς συνέσεως κατʼ ἄνδρα ἕκαστον φέρεσθε παρʼ ἐμοῦ”. φιλοτιμουμένων δὲ ὁμοῦ τε συνετοὺς δόξαι καὶ κέρδος εὕρασθαι καὶ λέγειν ἀξιούντων φησίν, ὅτι τὸ πάμβορον γεγεννήκοι βορὰν ἡδεῖαν ἐξ αὐτοῦ καὶ πάνυ ἀηδοῦς ὄντος. 5.291τῶν δʼ ἐπὶ τρεῖς ἡμέρας οὐ δυναμένων ἐξευρεῖν τὸ νοούμενον παρακαλούντων δὲ τὴν κόρην μαθοῦσαν παρὰ τοῦ ἀνδρὸς αὐτοῖς μηνῦσαι, καὶ γὰρ ἠπείλουν ἐμπρήσειν αὐτὴν τοῦτο μὴ παρασχοῦσαν, Σαμψὼν δεομένης τῆς κόρης εἰπεῖν αὐτῇ τὸ μὲν πρῶτον ἀντέχειν ἐπειρᾶτο, 5.292ἐγκειμένης δʼ αὐτῆς καὶ εἰς δάκρυα προπιπτούσης καὶ τεκμήριον τιθεμένης τῆς πρὸς αὐτὴν δυσνοίας τὸ μὴ λέγειν αὐτῇ, μηνύει τὰ περὶ τὴν ἀναίρεσιν αὐτῇ τοῦ λέοντος καὶ ὡς τὰ τρία βαστάσας ἐξ αὐτοῦ κηρία μέλιτος γεγονότα κομίσειεν αὐτῇ. 5.293καὶ μὲν οὐδὲν ὑφορώμενος δολερὸν σημαίνει τὸ πᾶν, δʼ ἐκφέρει τὸν λόγον τοῖς δεηθεῖσι. κατὰ οὖν τὴν ἑβδόμην ἡμέραν, καθʼ ἣν ἔδει τὸν προβληθέντα λόγον αὐτῷ διασαφεῖν, πρὶν δῦναι τὸν ἥλιον συνελθόντες φασίν, “οὔτε λέοντος ἀηδέστερόν τι τοῖς ἐντυγχάνουσιν οὔτε ἥδιον μέλιτος χρωμένοις”. 5.294καὶ Σαμψὼν εἶπεν οὐδὲ γυναικὸς εἶναί τι δολερώτερον, ἥτις ὑμῖν ἐκφέρει τὸν ἡμέτερον λόγον”. κἀκείνοις μὲν δίδωσιν ὑπέσχετο λείαν ποιησάμενος Ἀσκαλωνιτῶν τοὺς κατὰ τὴν ὁδὸν αὐτῷ συντυχόντας, Παλαιστῖνοι δʼ εἰσὶ καὶ οὗτοι, τὸν δὲ γάμον ἐκεῖνον παραιτεῖται καὶ παῖς ἐκφαυλίσασα τῆς ὀργῆς αὐτὸν συνῆν αὐτοῦ φίλῳ νυμφοστόλῳ γεγονότι.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.287 Joseph. AJ 5.292 (English) >>Joseph. AJ 5.297

Powered by PhiloLogic